Ancient Greek
4.22.27 to 4.22.33
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.27-33
Not analysed yet
οἱ πλείους γὰρ ἦσαν μονάζοντες, ἐρημίαν οἰχοῦντες δἰ ἄσκη- >σιν· μεθ’ ὦν, εἴκοσι καὶ τριῶν τυγχανόντων, μικρὸν ὕστερον ὁ δι- >άκονος, ὁπαρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Δαμάσου τοῦ τῆς Ῥώμης ἐπι- >σκόπου κομίσας ἡμῖν ὁμοῦ παρακλγτικὰ καὶ κοινωνικὰ γράμματα, >ὀπίσω τὼ χεῖρε δεθεὶς ὑπὸ δημίων δημοςίᾳ ἤγετο, ὥσπερ τις τῶν >κακούργων περιβόητος· ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας >λίθοις καὶ μολιβδίσι κατ’ αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος >ἐπέβαινε σχάφους ἐπὶ θαλάττης παραπληςίως τοῖς ἄλλοις, τοῦ θείου >σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θε- >ραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις· ἔστι δὲ >ταῦτα τοῦ χαλκοῦ. >Ἔτι γοῦν βασαωίζοντος τοῦ δικαστοῦ ἁπαλὰ παιδαρίων σώματα, >τινὲς παραυτὰ μεμενήκασιν, οὐδ’ ὁσίᾳ κοινωνήσαντες, γονέων καὶ >ἀδελφῶν καὶ συγγενῶν καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς πόλεως μίαν >αὐτοῖς αἰτούντων δοθῆναι τὴν ὑστάτην ταύτην παράκλησιν. ἀλλ’ >ὢ πολλῆς ἀπαωθρωπίας τοῦ δικάσαντος, μᾶλλον δὲ τοῦ κατακρί- ναντος, οἱ δι’ εὐσέβειαν ἀθλήσαντες φονεῦσιν οὐ συνεκρίνοντο, ἀτα- φοι μένοντες τὰ σώματα· οἱ καλῶς ἀγωνιζόμενοι θηρίοις καὶ πτη- νοῖς πρὸς βορὰν ἐρρίπτοντο· οἱ συμπαθῆσαι βεβουλημένοι πατράσι διὰ τὴν συνείδησιν τὴν κεφαλὴν ὡς παράνομα δράσαντες ἀπετέμνοντο. ποῖς νόμος Ῥωμαίων, ποία δὲ γνώμη βαρβάρων τοὺς πατράσι συμ- παθοῦντας ἠμύνατο; ποῦ τις τῶν παλαιῶν ποτε ἔδρασέ τι τοιοῦτον παράνομον; ἐκέλευσέ ποτε Φαραὼ ἀναιρεῖσθαι τῶ, Ἑβραίων τὰ ἄρρενα· ἀλλὰ φθόνος· καὶ δέος ὑπέβαλε τοῦτο τὸ πρόσταγμα. πόσῳ τὰ τότε τῶ; νῦν φιλανθρωπότερα; πόσῳ ποθεινὰ πρὸς αἵρεσιν ἀδικήματος; πόσω βελτίονα πρὸς σύγκρισιν ἀνομήματος, κἂν ἀλλήλων αἱ κακίαι μὴ χωρίξωνται; ἄπιστα τὰ λεγόμενα, ἀπάνθρωπα καὶ δεινά, ὠμὰ καὶ βάρβαρα, ἀνελεῆ καὶ πικρά. ἀλλ’ ἐν τούτοις ἐγαυρίων οἱ τῆς Ἀρείου μανίας ὑπήκοοι χορεύοντες. Τῆς δὲ πόλεως πάσης ὀλοφυρομένης, οὐκ ἦν γὰρ οἰκία ἐν ᾗ οὐκ ἠν τεθνηκώς«, ὠς ἐν τῇ Ἐξόδῳ γέραπται, ἠρέμησαν πάλιν οἱ τὴν ἓξιν ἀκόρεστον πρὸς παρανομίαν ἀσκήσαντες.