Ancient Greek
Book 4, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.36
Not analysed yet
καὶ ὅμως, ὡς ὁ ᾅδης ἐπὶ θα- >νάτῳ τῶν ἀδελφῶν οὐκ ἐμπιπλάμενοι, ἁπανταχοῦ γῆς ἐτόλμησαν οἱ >παράφρονες καὶ ἀβέλτεροι τῆς οἰκείας ὠμότητος καταλεῖψαι μνημό- συνα, ἐκ κακῶν ἔχειν τὸ γνώριομα βουλόμενοι. ἰδοὺ γὰρ πάλιν κλη- ρικοὺς τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀντιοχείᾳ διατρίβοντας ἅμα σπου- δαίοις μονάζοσι τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύρασθαι προθεμένους, βασιλικὰς ἠχήσαντες κατ’ αὐτῶν ἀκοάς, τὴν Νεοκαι- >οάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν, οἳ τάχα καἰ τοῦ ξῆν ἐστε ρήθησαν διὰ τὴν τῶν τόπων ἀγριότητα. «Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ 37 κγ΄] λήθης ἀξίας ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας· οἳ τὴν τῆς βλασφημίας εἰσδεξάμενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων δεσπότην τοξεύειν ἐπιχειροῦσιν, ἀλλὰ καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον.