Ancient Greek · ~2 min
Book 4, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.22.7
Not analysed yet
ὡς γὰρ ἐν κρηπῖδι σκηνῆς ἀτάκτου, παῖδα τὴν ἄρρενα φύσιν ἐξαρνησάμενον καὶ τὴν γυναικείαν ποθήσαντα, στίβει τοὺς ὀφθαλμοὺς κατὰ τὸ γεγραμμένον διαχρισάμενον καὶ φύκει τὰς ὄψεις ἐρυθήναντα, ὡς τὰ παρ’ αὐτοῖς εἴδωλα, θηλυβόρφῳ τῷ σχήματι, ἐπ’ αὐτοῦ τοῦ θυσιαστηρίου ἔνθα κάθοδον τοῦ ἁγίου πνεύματος ἐπικαλούμεθα, εὐκύκλῳ τῇ στροφῇ ὧδε κἀκεῖσε τὼ χεῖρε σχηματιζόμενον, ὀρχεῖσθαι παρεσκεύασαν, πλατὺ μὲν γελῶντες, ἀθέσμους δὲ ἐπαφιέντες φωνάς.