Ancient Greek
Book 4, Chapter 24
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.24.1
Not analysed yet
Ἐν δὲ κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλή- σαντες οἱ τῆς ἀνοσίου συμμορίας ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλαγος' εἶτα, τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν οὑ γενομένου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι τέλος τῷ βυθῶ παρεπέμφθησαν καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο. Ἐν Ἀντιοχείᾳ δὲ ὁ βάλῃς χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι.