Ancient Greek
Book 4, Chapter 28
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.28.2
Not analysed yet
Ζευγμάτιος δὲ ὁ ἀξιάγαστος, καίτοι τὸ βλέπειν ἀφῃρημένος, περιῄει στηρίζων τὰ πρόβατα καὶ τοῖς λύκοις μαχόμενος, οὗ δὴ χάριν αὐτοῦ τὴν ἀσκητικὴν καλύβην ἐνέπρησαν. ἀλλὰ Τραϊανὸς ὁ πιστότατος στρατηγὸς ἑτέραν ἐδείματο καὶ τῆς ἄλλης θεραπείας μετέδωκεν. ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐσέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ ’Αβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες. καὶ τούτων δὲ κἀκείνων τὸν βίον ἀνάγραπτον πεποιήκαμεν.