Ancient Greek
Book 4, Chapter 29
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.29.3
Not analysed yet
ταῦτα καὶ νῦν τὰ ᾄσματα φαιδροπαιδόθεν τέρας τῶν νικηφόρων μαρτύρων τὰς πανηγύρεις ποιεῖ ὁ δὲ Δίδυμος, τῆς ὀπτικῆς ἐστερημένος αἰσθήσεως καὶ ποιητικῶν καὶ ῥητορικῶν μετέλαχε παιδευμάτων· ἀριθμητικῆς τε καὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ τῶν Ἀριστοτέλους ουλλογισμῶν καὶ τῆς Πλά- τωνος εὐεπείας διὰ τῶν ἀκοῶν εἰσεδέξατο τὰ μαθήματα, οὐχ ὡς ἀλήθειαν ἐκπαιδεύοντα, ἀλλ’ ὡς ὅπλα τῆς ἀληθείας κατὰ τοῦ ψεύδους γιγνόμενα.