Ancient Greek
Book 4, Chapter 3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.3.10
Not analysed yet
>Πιστεύομεν εἰς ἕνα θεόν πατέρα παντοκράτορα, πάντων ὁρατῶν >τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἵνα κύριον Ἰησοῦν Χριστόν τὸν >υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ >τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν >ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί δι᾿ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, >τὸν δι’ ἡμὰς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν >κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα >τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι >ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα.