Ancient Greek
Book 4, Chapter 3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.3.4
Not analysed yet
ἐν ταύτῃ >γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθησαν καὶ νῦν ἀναλύσαντές >εἰσιν ἐν κυρίῳ. ἔμεινε δὲ ἀεὶ ἡ πίστις διὰ παντὸς ἀβλαβής εἰ μὴ >πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος >γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ’ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ >ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, πολλούς τε ἐν τούτοις >ἡπάτησαν, ὥοτε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ δυσφημίᾳ.