Ancient Greek
Book 4, Chapter 3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.3.8
Not analysed yet
Γίγνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μέν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόν- τες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον ἐκκλησίαι, αἱ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας, καὶ τῆς ᾿ιταλίας πάσης καὶ Δαλματίας, Δακίας τε καὶ Νυσίας Μακε- δονίας καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν ᾿Αφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυκίαν καὶ ᾿ισαυρίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον καὶ Λιβύας καὶ Πόντον καὶ >Καππαδοκίαν καὶ τὰ πλησίον μέρη, καὶ οἱ κατὰ τὴν ᾿ανατολὴν ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.