Ancient Greek · ~2 min
Book 4, Chapter 31
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.31.1
Not analysed yet
τὸ γὰρ τῶν Γότθων ἔθνος παρακινήσας εἰς πόλεμον ἐπὶ τὸν Βόσπορον εἵλκυσε τὸν κατὰ μόνων τῶν εὐσεβῶν μεμαθηκότα στρατεύειν. τότε δὴ τὴν οἰκείαν ἀσθένειαν ὁ μάταιος ἐγνωκὼς ἀπέστειλε πρὸς τὸν ἀδελφὸν στρατιὰν ἐξαιτῶν. ὁ δὲ ἐπέστειλεν ὡς οὐχ ὅσιον ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι θεῶ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρα- σύτητα. ταῦτα τὸν δείλαιον ἐκεῖνον μείζονος ἀνίας ἐνέπλησεν· οὐ μὴν ἐξέληξε τῆς θρασύτητος, ἀλλ’ ἐπέμεινε κατὰ τῆς ἀληθείας παραταττομενος.