Ancient Greek
4.7.6 to 4.7.7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.7.6-7
Not analysed yet
ταῦτα μὲν οὑν ἐν Μεδιολάνῳ καὶ εἶπε καὶ δέδρακε. Μαθὼν δέ τινας ἐν τῇ ᾿Ασίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ’ ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν. ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν. ἐπέστειλε δὲ καὶ αὐτός, κοινωνὸν τῶν γραμμάτων τὸν ἀδελφὸν ποιησόμενος, ἐμμένειν τοῖς δεδογμένοις παρεγγυῶν. ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Βάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα.