# Historia ecclesiastica 4.8.2-4

Theodoretus, Historia ecclesiastica, 4.8.2 to 4.8.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/4.8.2

κηρύττειν δὲ ταύτην προσέταξε τὸ ἡμέτερον κράτος, οὕτως μέντοι ἵνα μὴ λέγωσί τινες ὅτι ἀνήκαμεν >θρησκείᾳ βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας. ὡς γάρ φησι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἡβῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει· ἀπόδοτε τὰ τοῦ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ‘. τί λέγετε ὑμεῖς, οἱ ἐπίσκοποι καὶ προεστῶτες τοῦ σωτηρίου λόγου; εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι ἀγαπῶντες ἀλλήλους παύσασθε ἀποχρπασθαι ἀξιώματι βασιλέως καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ θεῷ λειτουργοῦντας, ὣν ταῖς εὐχαῖς καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς καὶ ἀγγέλων ἀπο- στατῶν ἐπιβάσεις ἀποστρέφονται. καὶ πάντας δαίμονας φθορι- μαίους διὰ δεήσεως ἐπιστομίζουσιν, καὶ τὰ δημόσια κατὰ τοὺς νόμους εἰσκομίζειν ἴσασιν, καὶ οὐχ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος >ἐξουσίᾳ, ἀλλ’ εἰλικρινῶς καὶ τὴν τοῦ ἄνω θεοῦ βασιλέως ἐντο- >λὴν φυλάττουσι καὶ τοῖς ἡμετέροις νόμοις ὑτπτάσσονται. ὑμεῖς >δὲ ἀπειθεῖς ἐδείχθητε εἶναι. ἡμεῖς μὲν ἐχρησάμεθα τῷ Ἄλφα ἕως τοῦ Ω· ὑμεῖς δὲ ἀπεδώκατε. ἀπεδώκατε.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
