# Historia ecclesiastica 4.8.5

Theodoretus, Historia ecclesiastica, Book 4, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/4.8.5

ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ᾿ ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλᾶτος ἐπὶ τῆς ἐξετάσεως >τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ, μὴ θέλοντος αὐτὸν ἀνελεῖν, >καὶ ὑπὲρ τοῦ παθεῖν τὸν παρακληθέντα ἐπιστραφεὶς ἐπὶ τὰ τῆς ᾿Ανατολῆς μέρη καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας λέγων· »ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου«, οὕτως καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο ὁ μὴ διώκειν μήτε ἐπικλύζειν μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγάλου βασιλέως, ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς δια- >θήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
