Ancient Greek · ~2 min
Book 4, Chapter 9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.9.4
Not analysed yet
οἱ γὰρ μὴ ὁμοούσιον τὴν τριάδα κηρύττοντες ἀνά- >θεμα ἔστωσαν, καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα >ἔστω· τοῖς δὲ κηρύττουσιν ὁμοούσιον τὴν τριάδα ἡ βασιλεία τῶν >οὐρανῶν ἡτοίμασται. παρακαλοῦμεν οὖν ὑμᾶς, ἀδελφοί, μὴ ἑτεροδι- >δασκαλεῖν, μὴ ἑτεροκαινοδοξεῖν, ἀλλ᾿ ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς >κηρύττοντες τὴν τριάδα δυνηθῆτε κληρονομῆσαι τὴν τοῦ θεοῦ >βασιλείαν. >Περὶ τούτου γράφοντες καὶ ὑπόμνησιν ἔχοντες ἐχαράξαμεν τουτὶ >ἡμῶν τὸ γράμμα, καὶ περὶ τῶν καθισταμένων ἐπισκόπων ἢ κατα- >σταθέντων συλλειτουργῶν, ἐὰν μὲν εἶεν, ἐκ τῶν τέλει χρησαμένων >ἐπισκόπων ὑγιεῖς, εἰ δὲ μή, ἐξ αὐτοῦ τοῦ πρεσβυτερίου·