Ancient Greek · ~2 min
Book 5, Chapter 10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.10.6
Not analysed yet
ὃς καὶ ἐν ἡμέρᾳ τῆς κρίσεως >ὀφειλομένας τιμωρίας καὶ βασάνους ὑπομενεῖ. εἰ δέ τινας κουφοτέρους >πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα >εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως >ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι. >ὁ θεὸς ὑμὰς ὑγιαίνοντας διαφυλάττοι, υἱοὶ τιμιώτατοι. «Καὶ ἄλλα δέ τινα συναθροισθέντες ἐν τῇ μεγάλῃ Ῥώμῃ γεγράφασι κατὰ διαφόρων αἱρέσεων, ἅπερ ἀναγκαῖον ᾠήθην ἐνθεῖναι τῇ συγγραφῇ.