Ancient Greek
Book 5, Chapter 12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.12.1
Not analysed yet
Ταῦτα μὲν οἰὶ Γρατιανοῦ περιόντος ἐγένετο. ἐπειδὴ δὲ ἐκεῖνος ἔν τε πολέμοις ἀριστεύων καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων ἐξ ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κληρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμώνυμον τοῦ πατρός, Μάξιμός τις τῆς Βαλεντινιανοῦ καταφρονήσας νεότητος ἥρπασε τὴν τῆς Ἐσπέρας ἡγεμονίαν.