Ancient Greek
5.15.1 to 5.15.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.15.1-2
Not analysed yet
Πυθόμενος δὲ Θεοδόσιος ὁ πανεύφημος βασιλεὺς τά τε παρὰ τοῦ βασιλέως πραχθέντα καὶ τὰ παρὰ τοῦ τυράννου γραφέντα, ἔγραψε τῷ πεφευγότι νέῳ μὴ χρῆναι θαυμάζειν, εἰ τῶ, μὲν βασιλεῖ τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται· τῇ γὰρ εὐσεβείᾳ πεπολέμηκε μὲν ὁ βασιλεύς, ὁ δὲ τύραννος ἐπεκούρησε. καὶ ὁ μὲν ταύτην προ- ἕμενος ἀποδιδράσκει γυμνός, ὁ δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνωμένου κρατεῖ· τῇ γὰρ εὐσεβείᾳ καὶ ὁ ταύτης σύνεστι νομοθέτης.