Ancient Greek · ~2 min
5.16.1 to 5.16.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.16.1-2
Not analysed yet
Μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον ἀφίκετο μὲ,, Ἀμφιλόχιος ὁ θαυμάσιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγοις· ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν οὐκ ἐδέξατο. ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυτίκα σιγήσας μνήμης ἀξίαν ἐξηύρηκεν μηχανήν. εἴσω γὰρ αὖθις τῶν βασιλείων γενόμενος καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκάδιον θεασάμενος νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεύς), αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν υἱόν.