Ancient Greek
Book 5, Chapter 18
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.18.19
Not analysed yet
Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυϊτικὴν ἀφῆκε φωνήν· »ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ξῆσόν με κατὰ τὸν λόγον σου«, καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ τᾳῖς τῶν δακρύων σταγόσι τοὔδαφος καταρραίνων συγγνώμης ήντιβόλει βόλει τυχεῖν.