Ancient Greek
Book 5, Chapter 18
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.18.24
Not analysed yet
Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς ἰὴν Κωνοταντινούπολιν ἐπανελθὼν διετήρησεν. ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεών, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε· τοῦ δὲ τῆς ἐκκλησίας προέδρου Νεκτάριος δὲ τηνικαῦτα ἦν) δεδηλωκότος· »τί δή ποτε μὴ μεμένηκας ἔνδον; «δυσχεράνας· »μόγις«, ἔφη, »βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφοράν, μόγις γὰρ εὗρον ἀληθείας διδάσκαλον.