Ancient Greek
Book 5, Chapter 19
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.19.5
Not analysed yet
ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ’ ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα«. τοιούτοις ἀεὶ κεχρημένη λόγοις οἷόν τινα καλλίστην ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι. Προτέρα μέντοι τοῦ ὁμόζυγος ἐτελεύτησε καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσεν.