Ancient Greek
Book 5, Chapter 20
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.20.5
Not analysed yet
Μακεδόνιος δὲ ὁ θειότατος οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος καἰ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὥν, ἐν δὲ ταῖς τῶν ὀρέων κορυφαῖς διαιτώμενος καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχάς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, ἐν μέσω τῷ ἄστει τῆς χλανίδος θατέρου λαβόμενος ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. οἱ δὲ μικρὸν γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν· ἐπειδὴ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετήν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐξῄτουν.