Ancient Greek
Book 5, Chapter 21
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.21.7
Not analysed yet
ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους οὑν τοῖς ὑπηκόοις λαβών. καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιωτῶν ἡσύχασε δέος τὸ δὲ τοῦ Δῖός τέμενος, μέγιστόν τε ὂν καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη, στεγανὴν δὲ ἄγαν καὶ στερεμνίαν τὴν οἰκοδομίαν ἰδών, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν μέγιστοί τε γὰρ ἦσαν καὶ ἀλλήλοις ἄγαν συνηρμοσμένοι καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδών, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει.