Ancient Greek
Book 5, Chapter 23
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.23.6
Not analysed yet
τότε Φλαβιανὸς ὁ σοφώτατος τῇ ἀξιεπαίνῳ παρρησίᾳ χρησάμενος ἔφη· »εἰ μὲν τῆς πίστεως, ὢ βασιλεῦ τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς καὶ τὴν παρ’ ἐκείνων ἐκφερομένην ἀγαπήσω ψῆφον· εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ’ ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξομαι.