# Historia ecclesiastica 5.24.12-17

Theodoretus, Historia ecclesiastica, 5.24.12 to 5.24.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/5.24.12

πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον τοὺς μὲν ἐκείνων ὀιστοὺς ἀπέστρεφε καὶ τὰ πέλτα καὶ τὰ δόρατα καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν, καὶ οὔτε ὁπλίτης οὔτε τοξότης οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασιλέως ἠδύνατο στρατιάν. καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη μύειν τὰ βλέφαρα καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν. οἱ δὲ τοῦ βασιλέως στρατιῶται, λώβην οὐδεμίαν ἐκ τῆς καταιγίδος ἐκείνης δεξάμενοι, θαρραλέως τοὺς πολεμίους κατέκτεινον. οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν. ὁ δὲ καὶ εἶξε καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν. οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα. ὁ δὲ πνευστιῶντας ἰδὼν καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδήν, νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον ὡς προσετάχθησαν ἤγαγον. οἱ δέ· »οὐκ ἐκεῖνον«, ἔφησαν, »σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν· τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε πρύτανις«. ταῦτα λέγοντες ἐξανέστησάν τε ἐκ τοῦ δίφρου καὶ τὰ δεσμὰ ἐπιθέντες πεπεδημένον ἀπήγαγον καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημμεληθέντων ἀνέμνησε καὶ τῆς παρανόμου τυραννίδος καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων· ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι’ ἐκείνην γενόμενον θράσος. καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ’ αὐτοῦ τιμωρίας τὴν ψῆφον. τοιοῦτος ἢν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμω, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
