Ancient Greek
Book 5, Chapter 24
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.24.4
Not analysed yet
οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι· ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιὰς, τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη. . τούτων οὕτω πιστῶς εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν ὧ, τὸ στρατόπεδον ἢν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν.