Ancient Greek
5.3.9 to 5.3.10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.3.9-10
Not analysed yet
Τότε δὲ ἀφικομένου Σάπωρος τοῦ στρατηγοῦ καὶ τὸν βασιλικὸν ὑποδείξαντος νόμον, ἰσχυρίζετο μὲν ὁ Παυλῖνος αὐτὸς εἶναι τῆς Δα- μασοῦ μερίδος, ἰσχυρίξετο δὲ καὶ ’Aπολινάριος κατακρύπτων τὴν νόσον· ὁ δὲ θεῖος Μελέτος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος, Φλαβιανὸς δὲ ὁ σοφώτατος, τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη τοῦ στρατηγοῦ ἐπαΐὄντος· εἰ τὴν Δαμάσου, ὦ φιλότης, κοινωνίαν ἀοπάξῃ, ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν· ἐκεῖνος γὰρ μίαν τὴν τῆς τριάδος οὐοίαν ὁμολογῶν τἀς τρεῖς ὑποστάσεις διαρρήδην κη- ρύττει, οὐ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα.