# Historia ecclesiastica 5.34.1-6

Theodoretus, Historia ecclesiastica, 5.34.1 to 5.34.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/5.34.1

Ἀλλ’ οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρμαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός. ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενόμενος οὐκ οἶδ’ ὅ τι πάθω. διηγήσασθαι γὰρ τὴν κατὰ τούτου τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι. οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυοτήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν. ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν. ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ’ οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν· οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι. σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, κατεσχηκότος ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον. καὶ ἕτεροι δὲ μετ’ ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο. ἐπειδὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα· πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες. Τότε μὲν οὑν τὸ τῶν δυσμενῶν διελύθη στῖφος. ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λειτουργίας.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
