Ancient Greek · ~2 min
5.35.4 to 5.35.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.35.4-5
Not analysed yet
πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβών, καὶ τοὺς ἱερωμένους καὶ τοὺς πολλούς, ἀφίκετο πρὸς τὴν ἐκείνων ὁμήγυριν. καὶ παραλαβὼν ψάλλοντας καὶ μίαν ὑμνῳδίας ἁρμονίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἑσπέραν τετραμμένης πυλίδος μέχρι τοῦ μεγίστου νεὼ πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε καὶ ποταμὸν ἔδειξε λογικὸν τὸν παραρρέοντα μιμούμενον ποταμόν. ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν. Οὗτος τὴν Ἰωάννου τοῦ πάνυ προσηγορίαν πρῶτος τοῖς ἐκκλησιαστικοῖς διπτύχοις ἐνέταξε.