# Historia ecclesiastica 5.36.2-5

Theodoretus, Historia ecclesiastica, 5.36.2 to 5.36.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/historia-ecclesiastica/5.36.2

οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι γνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντ’ ἀντιβολήσας. Παλαί’ μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανίᾳ καταλιπόντες. ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶ,, πατέρων καὶ προγόνων θεός· τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα- σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας. τῶνδε τῶν εὐεργεσιῶν μεμνημένος ἀεὶ τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις· ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας. αὐτὸν μέντοι τὸν βασιλέα πολλὰ μὲν καὶ ἄλλα κοσμεῖ, οὐχ ἥκιστα δὲ φιλανθρωπία καὶ πραότης καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος· καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.

---

Theodoretus, Historia ecclesiastica, ed. Léon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg003.local003/.
