Ancient Greek
5.37.8 to 5.37.10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.37.8-10
Not analysed yet
ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ ῾Ραψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθοι μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλσαφημηθέντος ἀφεῖναι προσέταξεν. ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ, τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας ᾤχετο, τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμολογήσας, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο. οὕτως ὁ τῶ,, ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ καὶ τὴν ἁρμόττουσαν τῷ δεσπότῃ θεραπείαν προσφέρει. Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει· ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.