Ancient Greek
Book 5, Chapter 39
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.39.15
Not analysed yet
πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτῖνος φλεγόμενον καὶ κόνεως ἀναπιμπλάμενον καὶ τῆς πατρῴας περιφανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτων΄τσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα· »νῦν γοῦν‘, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν«.