Ancient Greek
Book 5, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.4.9
Not analysed yet
καὶ τὸν οἰκεῖον γὰρ ἐξήλου δεσπότην, ὃ, περὶ τῶν ἐσταυρωκότων ἔφη· »πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι«, καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην«. τοιοῦτον μετὰ τοὺς παντοδαποὺς ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος· καὶ τοὺς ἐν Θρᾀκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δι’ ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο.