Ancient Greek
5.5.2 to 5.5.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.5.2-6
Not analysed yet
αὐτίκα δὴ οὑν ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεμψάμενος καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε· καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην. ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον. τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατὰ κράτος ἐδίωκον. πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο· οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων ἀλλὰ καὶ ὑπ’ ἀλλήλων ἐκτείνοντο. οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγός, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελών, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγγελος. καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπληττομένῳ τὸ γεγονός· οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι καὶ πεφευγέναι αὐτὸν ἔλεγον καὶ διεφθαρκέναι τὴν στρατιάν. ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος. ῥᾴδιον δὲ ἴφη καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα καὶ ταῦτα μηνύσοντας.