Ancient Greek
Book 5, Chapter 7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.7.3
Not analysed yet
καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας τῷ μεγάλῳ Μελετίῳ προσέδραμε, καὶ οἷόν τις παῖς φιλοπάτωρ διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει καὶ ὀφθαλμοὺς καὶ χείλη Λαὶ στέρνα καὶ τὴν κεφαλὴν καὶ τὴν στεφανώσασαν δεξιάν· ἐδήλωσε δὲ καὶ τὴν ὄψιν ἣν εἶδε. φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε.