Ancient Greek · ~2 min
Book 5, Chapter 9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.9.17
Not analysed yet
τῆς δέ γε μητρὸς ἁπα- >σῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις τὸν αἰδεσιμώτατον >θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς >παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι καὶ πλεῖστα >τοὺς Ἀρειανοὺς ἐν διαφόροις χρόνοις ἀθλήσαντα. >Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ’ ἡμῖν κεκρατηκόσι καὶ τὴν >ὺμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς >μεσιτευούσης ἀγάπης καὶ τοῦ κυριακοῦ φόβου πᾶσαν μὲν μεταστέλλοντος >ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν >προτιμοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ’ ἕνα συνηθείας ἢ χάριτος.