Ancient Greek
5.9.2 to 5.9.4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 5.9.2-4
Not analysed yet
οὔτε γὰρ οὕτω πάρ- >εργον τὰ καθ’ ἡμὰς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν >δεῖσθαι τοῦ μαθεῖν ταῦτα οἷς ἐχρῆν συναλγεῖν, οὔτε τοιοῦτοί >οἱ περισχόντες ἡμᾶς χειμῶνες ὡς λανθάνειν ὑπὸ σμικρότητος· ὅ >χρόνος τῶν διωγμῶν νεαρός, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην >τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δι’ ἀγάπην τὰ τῶν >των οἰκειουμένοις. χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν >τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν ἐκκλησίας διὰ >ἐπανήκασι θλίψεων, τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανε- >κομίσθη τὰ λείψανα. τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, >ἔτι βράζοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῶ, πικρότερα >ἐπὶ τῆς ἀλλοτρίας ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθοις παρ’ αὐτῶν >τελειωθέντες κατὰ τὸν μακάριον Στέφανον· ἄλλοι διαφόροις >ξανθέντες αἰκίαις ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλω . >πας ἐν τῷ σώματι περιφέρουσι.