# Interpretatio in Danielem (Ms A) 1-9

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/1-9

ἐν ἔτει τρίτῳ κύρου τοῦ βασιλέως περσῶν, λόγος ἀπεκαλύφθη τῷ δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη βαλτάσαρ. τισὶ δοκεῖ τὸν χρόνον ἐσφάλθαι καὶ ἀντὶ τοῦ ἐν ἔτει πρώτῳ τρίτῳ θεῖναι τὸν ἐξ ἀρχῆς τὸ βιβλίον γράψαντα· τούτου δὲ τεκμήριον ἐκ τοῦ τὸν μακάριον εἰπεῖν δανιήλ , εὐθὺς μετὰ τὴν ἀρχὴν τῆς προφητείας· καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως , εἰ γὰρ μέχρι τοῦ ἔτους μόνον τοῦ πρώτου τῆς κύρου βασιλείας διήρκεσέ φησιν ὁ προφήτης, πῶς ἐν τῷ τρίτῳ ἔτει τὴν ἀποκάλυψιν βλέπει; ἐγὼ δὲ ἡγοῦμαι οὐ ῥητὸν χρόνον τὸ πρότερον σημάναι, οὐδὲ τῷ πρώτῳ ἔτει τῆς κύρου βασιλείας τὴν τοῦ μακαρίου δανιὴλ περιορίσαι ζωήν. οὐδὲ γὰρ εἶπεν· ἕως πρώτου ἔτους κύρου τοῦ βασιλέως , ἀλλ’· ἕως ἔτους ἑνός. βούλεται δὲ ὡς ἐμοί γε δοκεῖ διδάξαι τοὺς ἐντυγχάνοντας τῇ προφητικῇ συγγραφῇ, ὅτι δὴ καὶ μέχρι κύρου τοῦ βασιλέως περσῶν διήρκεσεν, ὃς καὶ τῶν δορυαλώτων ἰουδαίων τοὺς βουλομένους ἐλευθέρους ἀποφήνας, προσέταξεν εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν καὶ τὸν θεῖον ἀνεγεῖραι νεών. τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει καὶ ὁ ἅγιος ἄγγελος τῷ δανιὴλ μετὰ βραχέα διαλεγόμενος· φησὶ γάρ· καὶ ἐγένετο ἐν ἔτει πρώτῳ κύρου, ἔστην εἰς κράτος καὶ ἰσχύν. ἀντὶ τοῦ· εὐθὺς τοῦ κύρου βασιλεύσαντος πάντα πραγματευόμενος διετέλουν, ὥστε τῆς αἰχμαλωσίας τὸν λαὸν ἀπαλλάξαι. καὶ ἐν τῷ τέλει δὲ τοῦ βιβλίου· παρέλαβέ φησι κῦρος ὁ πέρσης τὴν βασιλείαν καὶ ἦν δανιὴλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ· ὥστε πάντοθεν δείκνυσθαι τοῦ τρίτου ἔτους τὸν ἀριθμόν ἐν τῷ τρίτῳ τοίνυν ἔτει τῆς τοῦ κύρου βασιλείας ὁ λόγος ἀπεκαλύφθη τῷ δανιήλ , οὗ τὸ ὄνομα ἐπεκλήθη βαλτάσαρ. καὶ ἀληθινὸς ὁ λόγος καὶ δύναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. εἰκότως δὲ λόγον καὶ ὀπτασίαν καλεῖ· ἐθεάσατο μὲν γὰρ ἁγίους ἀγγέλους, ἤκουσε δὲ αὐτῶν διαλεγομένων καὶ μεμάθηκεν ἀκριβῶς τὰ ἐσόμενα. λέγει δὲ ἀληθῆ εἶναι τὸν λόγον, ὥστε ἀνενδοιάστως ἅπαντας τὰ ῥηθησόμενα δέξασθαι.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
