# Interpretatio in Danielem (Ms A) 10-3

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/10-3

βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν ὃν ἐγὼ ἔγνων, ὅτι πνεῦμα ἅγιον ἐν σοί , ἀδυνατεῖ σοι, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπέ μοι καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐπὶ τῆς κλίνης μου. τοὺς πολλοὺς τῶν ἀνθρώπων αἱ εὐημερίαι πολλάκις ἐπιλανθάνεσθαι τῶν εὐεργετησάντων παρασκευάζουσιν, αἱ δὲ χρεῖαι ἀνακαλοῦνται τῶν εὖ πεποιηκότων τὴν μνήμην. καὶ ὑγιαίνων μέν τις τὸ σῶμα, τῆς τοῦ ἰατροῦ τέχνης οὐ λαμβάνει τὴν μνήμην· ἀῤῥωστίᾳ δὲ περιπεσὼν ἀναμιμνήσκεται, ὡς καὶ ἤδη πρότερον τοῦτο παθὼν διὰ τοῦ δεῖνος τοῦ ἰατροῦ τῆς ὑγείας ἀπήλαυσεν· οὕτω καὶ ὁ ναβουχοδονόσορ , ἡνίκα μὲν τοὺς ἁγίους ἐκείνους τῇ πυρᾷ παρεδίδου, τῆς τοῦ δανιὴλ εὐεργεσίας οὐκ ἐμνημόνευσεν· ἐπειδὴ δὲ πάλιν εἶδεν ἐνύπνιον, καὶ θόρυβον εἶχεν ἐν τῇ ψυχῇ, τῆς τοῦ δανιὴλ ἀνεμνήσθη σοφίας, καὶ τῆς τοῦ προτέρου ἐνυπνίου ἀναμνήσεώς τε καὶ ἑρμηνείας. διὸ καὶ πνεῦμα θεοῦ ἔχειν αὐτὸν λέγει, καὶ πᾶν μυστήριον ἑρμηνεύειν αὐτὸν ἱκανὸν εἶναι, καὶ παρακαλεῖ καὶ τοῦτο τὸ ἐνύπνιον, ἄδηλον ὂν δῆλον αὐτῷ καταστῆσαι. εἶτα λέγει τὸ ἐνύπνιον·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
