# Interpretatio in Danielem (Ms A) 11-2

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/11-2

οὐκ ἔστι γὰρ ἔλεγον ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις δυνήσεται γνωρίσαι τὸ ῥῆμα τῷ βασιλεῖ καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ πάντα μάγον χαλδαῖον ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾶ βαρὺς καὶ ἕτερος οὐκἔστιν, ὃς ἀπαγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ ̓ ἢ θεοί, ὧν οὐκ ἔστιν ἡκατοικία μετὰ πάσης σαρκός . ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει. ἀνθρώπινα, φασίν, παρ ̓ ἡμῶν ἐπιζήτησον, μὴ τὰ παρὰ τὴν τὴν φύσιν. πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει δικαίως τὴν βασιλείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν, ἃ δὲ νῦν ἀπαιτεῖς οὐ δικαίως ἀπαιτεῖς. οὐ γάρ ἐστιν ἀνθρώπων τῶν σάρκα περικειμένων ἡ τοιαύτη γνῶσις, ἀλλὰ τῆς ἀσωμάτου φύσεως τῆς ἀκριβῶς ἅπαντα γινωσκούσης. ταῦτα μὲν οὖν παρὰ τῶν χαλδαίων ἐῤῥέθη, προῳκονονομεῖτο δὲ ἡ τοῦ δανιὴλ ἀνάῤῥησις. τούτων γὰρ εἰρηκότων οὐκ ἔστιν ἀνθρώπων, ἀλλ’ ἢ θεῶν τὸ ταῦτα γινώσκειν, ὁ θεσπέσιος δανιὴλ ἀναμιμνήσκει μὲν τοῦ ἐνυπνίου τὸν βασιλέα, ἀκριβῶς δὲ λίαν καὶ σαφῶςἑρμηνεύει. διδάσκει δὲ τὸν βασιλέα, ὅτι ἡ τοιαύτη γνῶσις οὐκ ἀνθρώπων ἐστί, τῶν ἐπὶ τῆς γῆς ἑρπόντων, οὔτε μὴν θεῶν τῶν οὐκ ὄντων, ἀλλὰ τοῦ τὰ σύμπαντα πεποιηκότος θεοῦ. ἀλλὰ τούτων μὲν ἕκαστον ἐν τῷ οἰκείῳ χωρίῳ τὴν ἁρμόττουσαν ἑρμηνείαν δέξεται, ἐπὶ δὲ τὰ συνεχῆ τῆς ἑρμηνείας τὸν λόγον μετενέγκομεν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
