# Interpretatio in Danielem (Ms A) 19-4

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/19-4

καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ’ ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. καὶ εἶπεν· ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ’ ἐσχάτων τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς καιροῦ πέρας μένει. θεασάμενός με φησὶν ὑπὸ τοῦ δέους καταπεσόντα πρῶτον μὲν ἀνώρθωσέ με, ἔπειτα ψυχαγωγεῖ γνωρίζων, ὡς τούτου χάριν ἀφίκετο, ἵνα μοι τὰ ἐσόμενα προμηνύσῃ ποθοῦντι, καὶ ὁποῖα διὰ τὴν τοῦ θεοῦ πάλιν ὀργὴν καταλήψεταί μου τὸν λαόν. ἔπειτα τὸ ἐπικείμενόν μοι δέος ἀφελέσθαι βουλόμενος, ἐμήνυσεν ὅτι μετὰ χρόνον ταῦτα γενήσεται· ἡρμήνευσε δέ μοι καὶ ὧν ἐθεασάμην ἕκαστον, εἰρηκώς·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
