# Interpretatio in Danielem (Ms A) 2-5

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ναβουχοδονόσορ, .εὐϊλὰδ μαροδὰχ βαλτάσαρ εὐιλὰδ μαροδάχ , βαλτάσαρ . τόμος ε. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/2-5

πίνων δέ φησιν ὁ βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν ἱερουσαλήμ · καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ. διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ προφήτης, οὐ μόνον τὴν τῆς ἀσεβείας ὑπερβολήν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἀμετρίας τοῦ οἴνου γενομένην βλάβην. πίνων γάρ φησιν ὁ βασιλεὺς εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ. κατέχωσε γὰρ ἡ μέθη τὸν λογισμὸν καὶ ἡ ἀκρασία τὴν κατὰ τοῦ θεοῦ μανίαν ἐγέννησε· καὶ τὰ ἀφιερωμένα τῇ τοῦ θεοῦ θεραπείᾳ σκεύη, ἃ ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ, ἔλαβε μὲν, τοῦ θεοῦ προδεδωκότος, ἐτίμησε δὲ ὡς ἐνόμισε, καὶ τῆς τῶν ἀνθρώπων ἠλευθέρωσε χρήσεως, τούτοις ὡς κοινοῖς οὗτος ἐτόλμησε χρήσασθαι· οὐ γὰρ εἶπε μόνον, ἀλλὰ καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθηκεν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
