# Interpretatio in Danielem (Ms A) 2-8

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/2-8

καὶ πολλοί φησι τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. εἰπάτωσαν οἱ τῷ ἀντιόχῳ ταῦτα προσαρμόττειν ἐπιχειροῦντες, τίνες ἀνέστησαν ἐπ’ ἐκείνου, καὶ οἱ μὲν ζωῆς ἐτύγχανον αἰωνίου, οἱ δὲ ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐκαρπώσαντο. εἰ δὲ τοὺς μακκαβαίους εἴποιεν διὰ τούτων δηλοῦσθαι ἐκ τῶν σπηλαίων ἐξιόντας, μείζονα ὀφλήσουσι γέλωτα· εὑρεθήσονται γὰρ οἱ αὐτοὶ καὶ εὐσεβείας ἐρασταί, καὶ ἀσεβείας ἐργάται· ἡ γὰρ προφητεία φησί· πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. ὥστε εἰ εἰς τοὺς μακκαβαίους ταῦτα λάβοιεν, αὐτοὺς τοὺς μακκαβαίους φήσουσι καὶ πονηροὺς καὶ ἀγαθούς, ἢ τινὰς μὲν ἐξ αὐτῶν ἀγαθούς, τινὰς δὲ κακούς. ἀλλ’ οὐδὲ τοῦτο ἔστιν εὑρεῖν· εὐσεβὴς γὰρ ἅπασα αὐτῶν ἡ συμμορία. οὔτε δὲ ἡ ζωὴ ἡ αἰώνιοις κατὰ τὸν παρόντα βίον αὐτοῖς ἁρμόττει· ἅπαντες γὰρ ἀναιρεθέντες ὑπεξῆλθον τοῦ βίου. οὐκοῦν τοὺς γραώδεις μύθους ἐκείνους καταλιπόντες, τὴν κοινὴν ἐντεῦθεν τῶν τετελευτηκότων μανθάνωμεν ἀνάστασιν, καὶ τὴν μετὰ τὴν ἀνάστασιν γινομένην διάκρισιν· οἱ μὲν γὰρ αὐτῶν ζωῆς αἰωνίου κληρονομήσουσιν, οἱ δὲ καταγέλαστοι καὶ ἐπονείδιστοι εἰς αἰῶνα γενήσονται. πολλοὶ δὲ ἀντὶ τοῦ πάντες ἔφη. καὶ γὰρ ὁ μακάριος παῦλος, ἀντὶ τοῦ πάντες, οἱ πολλοὶ τέθεικε, λέγων· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου ἰησοῦ χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
