# Interpretatio in Danielem (Ms A) 2

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/2

καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν. διδάξεις γὰρ αὐτά φησι τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου· οὗ χάριν καὶ ὁ μέγας διδάσκαλος δαβίδ, προσέχετε, φησὶ λαός μου τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς εἶτα δεικνὺς, πόθεν ταῦτα μεμάθηκεν, ὅσα ἠκούσαμεν, φησὶ, καὶ ἔγνωμεν καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν· οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. καὶ τῆς γνώσεως τὴν αἰτίαν διδάσκων, νόμον γὰρ, φησὶν, ἔθετο ἐν Ἰσραήλ· ὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ὅπως ἂν γνῶ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι· καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. . καὶ τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν δεικνὺς ἐπάγει· ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι· ταύτην τοίνυν τὴν διδασκαλίαν παρὰ τῶν πατέρων δεχόμενοι, χρέος δίκαιον τοῖς μεθ’ ἡμᾶς γενομένοις τε καὶ ἐσομένοις, ὀφείλομεν, καὶ προσήκει τούτου τὴν ἔκτισιν εὐγνωμόνως ποιήσασθαι. οὐ μόνον δὲ ἡμας ὁ θεῖος διεγείρει νόμος, ἀλλὰ καὶ πολλοὶ τῶν ἐπισήμων συνήθων, θερμῶς ἡμᾶς λιπαρήσαντες, θαρρῆσαι τὸν ἀγῶνα τοῦτον ἠνάγκασαν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
