# Interpretatio in Danielem (Ms A) 20

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/20

καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτοὺς εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐνώπιον ναβουχοδονόσορ καὶ ἐλάλησε μετ’ αὐτῶν ὁ βασιλεὺς καὶ οὐχ ηὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι δανιὴλ, ἀνανίᾳ , ἀζαρίᾳ , καὶ μισαήλ καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὑπὲρ ὧν ἐζήτησε παρ’ αὐτῶν ὁ βασιλεὺς ηὗρεν αὐτοὺς δεκαπλασίονας ὑπὲρ πάντας τοὺς ἐπαοιδοὺςκαὶ μάγους, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ. ἀλλ’ ὁ μὲν ἀμελάσαρ ᾔδει τὴν τῶν ἐδεσμάτων διαφοράν, καὶ ἔμαθε πάντως τῆς θείας χάριτος τὴν ἰσχύν. ὁ δὲ βασιλεὺς ἴσως ἐγνώκει τούτων οὐδέν. πῶς γὰρ ἔμαθε, τῆς μὲν τροφῆς ὁμοίως παρ’ αὐτοῦ χορηγουμένης, ὑπὸ δὲ τοῦ ἀμελάσαρ ἀναλισκομένης; ἀλλ’ ὅμως οὐ μικρὰν καὶ οὗτος ὠφέλειαν ἐδέξατο, πάντων αὐτοὺς τῶν ἐξἑτέρων ἐθνῶν ἐκλεγέντων ἀμείνους εὑρών, κάλλει τε καὶ μεγέθει σώματος, σοφίᾳ τε καὶ συνέσει ψυχῆς, ῥυθμῷ τε λόγων καὶ πάσῃ λογικῇ ἐπιστήμῃ. τὰς δὲ συγκρίσεις οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ’ ἐρωτήσεις τινὰς προσαγαγὼν τὴν πεῖραν ἔλαβε τῆς ἀληθείας διδάσκαλον, καὶ ηὗρεν αὐτοὺς οὐχ ἁπλῶς ὑπερκειμένους, ἀλλὰ δέκα μοίραις ἀμείνους ὑπάρχοντας· καὶ τέως μεμάθηκεν, ὅτι τῶν ἄλλων ἁπάντων ἐθνῶν ἰουδαῖοι σοφώτεροι. ταῦτα εἰρηκὼς ἐπήγαγε

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
