# Interpretatio in Danielem (Ms A) 21

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/21

καὶ ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρουτοῦ βασιλέως. οὐχ ἁπλῶς δὲ τοῦτο προστέθεικεν, ἀλλὰ τῆς προφητείας ἁπάσης τὸν χρόνον δῆλον ποιῆσαι θελήσας. τούτου χάριν καὶ τὴν ἀρχὴν ἡμᾶς τῆς προφητείας ἐδίδαξε καὶ τὸ τέλος προστέθεικεν, ἵνα τῶν μεταξὺ βασιλέων ἀριθμοῦντες τὰ ἔτη μάθωμεν ἅπαντα τῆς προφητείας τὸν χρόνον. πρὸς δὲ τούτοις ἡμᾶς διδάσκει ὅτι καὶ τὸν ποιησάμενον τῆς αἰχμαλωσίας τὴν ἄφεσιν ἐθεάσατο κῦρον καὶ ἐν τῷ παρόντι βίῳ παραψυχῆς ἀπήλαυσε τὴν τῶν ὁμοφύλων ἐλευθερίαν ἰδών ἐν αὐτῷ γὰρ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἐπανελθεῖν ὁ κῦρος εἰς τὴν ἰουδαίαν τοὺς βουλομένους τῶν ἰουδαίων προσέταξε, καὶ τὸν θεῖον ἀνήγειρε νεών, παρ’ αὐτοῦ τοῦ μακαρίου δανιὴλ τὴν ἡσαίου τοῦ προφήτου πρόῤῥησιν διδαχθείς. ἐκεῖνος γὰρ διαῤῥήδην ἐβόα λέγων ἱερουσαλὴμ, οἰκοδομηθήσῃ καὶ ταῖς πόλεσι τῆς ἰουδαίας, κατοικισθήσεσθε ὁ λέγων κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσειν τάδε λέγει κύριος τῷ χριστῷ μου κύρῳ οὗ ἐκράτησα τῆς χειρὸς αὐτοῦ, ὑπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται ἐγὼ γὰρ προπορεύσομαι πρὸ προσώπου σου, καὶ ὄρη ὁμαλιῶ πύλας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, θησαυροὺς σκοτεινοὺς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι. ταῦτα μαθὼν ὁ κῦρος τοῖς βουλομένοις τῶν ἰουδαίων τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον ἐχαρίσατο καὶ ἡ βίβλος δὲ τῶν παραλειπομένων τὸν χρόνον ἡμᾶς διδάσκει. ἔτους γάρ, φησί πρώτου κύρου τοῦ βασιλέως περσῶν μετὰ τὸ πληρωθῆναι τὸ ῥῆμα κυρίου διὰ στόματος ἱερεμίου ἐξήγειρε κύριος τὸ πνεῦμα κύρου τοῦ βασιλέως περσῶν καὶ παρήγγειλε κῦρος κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν λόγοις γραφῆς λέγων τάδε λέγει κῦρος ὁ βασιλεὺς περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ἱερουσαλὴμ τῇ ἐν τῇ ἰουδαίᾳ. τίς ἐν ὑμῖν ἐκπαντὸς τοῦ λαοῦ αὐτοῦ κύριος ὁ θεὸς ἔσται μετ’ αὐτοῦ καὶ ἀναβήτω. τούτου χάριν καὶ ὁ μακάριος δανιὴλ τὸν τῆς προφητείας διδάσκων χρόνον ἐντέθεικε τοῖς ἰουδαίων συγγράμμασι τό· ἐγένετο δανιὴλ ἕως ἔτους ἑνὸς κύρου τοῦ βασιλέως. ἡμεῖς δὲ ἐνταῦθα τὸν ἀκροατὴν διαναπαύσαντες τὸν ἀγαθὸν δεσπότην ὑμνήσωμεν τὸν πατάσσοντα καὶ ἰώμενον, μαστιγοῦντα καὶ ἰατρεύοντα τιμωρίᾳ καὶ φιλανθρωπίᾳ χρώμενον· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
