# Interpretatio in Danielem (Ms A) 22-2

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/22-2

τὸ δένδρον, φησί, τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκὸς οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν. καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκει τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, σὺ εἶ, βασιλεῦ. ἄξιον δὲ θαυμάσαι τοῦ δανιὴλ τὴν σοφίαν· οὐ γὰρ ἁπλῶς εἶπε, τὸ δένδρον τὸ μέγα, ἀλλὰ τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκός· τουτέστιν, οὐκ ἄνωθεν ἦσθα μέγας, ἀλλὰ κατὰ μέρος γεγένησαι, καὶ τὴν ἰσχὺν δὲ οὐκ ἐξ ὠδίνων ἔσχες, ἀλλὰ κατὰ βραχὺ ταύτην προσέλαβες. διὸ πάλιν ἐπάγει· ὅτι ἐμεγαλύνθης, καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς. καὶ ταῦτα δὲ σφόδρα ἁρμοδίως τὲ καὶ προσφόρως οὐρανῷ καὶ γῇ προσήρμοσε· τὴν μὲν γὰρ κυρείαν εἶπεν ἐφθακέναι εἰς τὰ πέρατα τῆς γῆς, τουτέστι τὴν ἐξουσίαν· εἰς δὲ τὸν οὐρανὸν οὐκέτι τὴν κυρείαν, ἀλλὰ τὴν μεγαλωσύνην, τουτέστι τὴν τοῦ λογισμοῦ φαντασίαν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
