# Interpretatio in Danielem (Ms A) 22

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/22

τότε γάρ, φησί, τῷ δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη, καὶ ηὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ δανιὴλ καὶ εἶπενεἴη τὸ ὄνομα κυρίου τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦαἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι. καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. αὐτὸς ἀπὸκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὸ φῶς μετ ̓ αὐτοῦ ἐστιν . διὰ πάντων τὴν οἰκείαν εὐγνωμοσύνην δείκνυσι καὶ πλέκει τὸν ὕμνον οὐχ ἁπλῶς, ἀλλὰ τῆς πλοκῆς ὕλην ποιούμενος τοῦ ἐνυπνίου τὴν εὕρεσιν. προσήκει γάρ, φησί τὸν ἀίδιον καὶ αἰώνιον διηνεκῶς ἀνυμνεῖν θεόν, σοφίας ὄντα καὶ συνέσεως πηγήν, ὀρθῶς ἅπαντα καὶ ἀγαθῶς πρυτανεύοντα, καὶ ταῖς τῶν πραγμάτων μεταβολαῖς ἐλέγχοντα μὲν τὸ τῆς ἀνθρωπίνης εὐημερίας ἀβέβαιον, δεικνύντα δὲ ἅπασιν ἐναργῶς τὴν οἰκείαν ἰσχύν. χειροτονῶν γὰρ βασιλέας, πάλιν αὐτοὺς ἀποχειροτονεῖ ῥαδίως, καὶ διδοὺς ἐξουσίαν ἀφαιρεῖται ταύτην ὅταν ἐθέλῃ. καὶ σοφίας δὲ καὶ φρονήσεως αὐτός ἐστι χορηγός. δίδωσι δὲ ταύτην οὐχ ἁπλῶς, ἀλλὰ τοῖς συνιέναι καὶ γνῶναι αὐτὸν βουλομένοις. ἀποκαλύπτει δὲ οἷς ἐθέλει τὰ μηδαμῶς φαινόμενα, ἀλλ ̓ οἷόν τινι βυθῷ κρυπτόμενα τῷ μηδέπω γενέσθαι. καὶ φῶς ὑπάρχων νοερόν, φῶς οἰκῶν ἀπρόσιτον, ἀκριβῶς ἅπαντα γινώσκει τὰ ἐν τῷ σκότει γινόμενα.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
