# Interpretatio in Danielem (Ms A) 3-3

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ϛ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/3-3

ἔστησεν ἐπὶ τῆς βασιλείας αὑτοῦ σατράπας ἑκατὸν εἴκοσι, τοῦ εἶναι αὐτοὺς ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ. καὶ ἐπάνω τακτικοὺς τρεῖς, καὶ ἦν δανιὴλ εἷς ἐξ αὐτῶν, τοῦ ἀποδιδόναι αὐτοῖς τοὺς σατράπας λόγον, ὅπως ὁ βασιλεὺς μὴ ἐνοχλῆται. ἀληθῶς οὐδὲν ἀμβλύνειν δύναται τὴν εὐσέβειαν, ἀλλὰ τὰς οἰκείας πανταχοῦ ἀκτῖνας ἀφίησι, κἂν ἐν δούλῳ γένηται, κἂν ἐν αἰχμαλώτῳ, καὶ οὐδὲν ταύτης συσκιάσαι τὴν αἴγλην ἰσχύει, ἀλλὰ τὴν οἰκείαν ἀφίησιν ἀστραπήν. καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἀλλαχόθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τῶν κατὰ τὸν μακάριον δανιήλ , ὃς δοῦλος καὶ δορυάλωτος γεγονὼς καὶ ξένην οἰκῶν καὶ μεταξὺ βαρβάρων στρεφόμενος διέλαμψε· ἐπὶ τοῦ ναβουχοδονόσορ προσεκυνήθη δὲ ὑπὸ τοῦ φοβερωτάτου βασιλέως.διέπρεψε δὲ καὶ ἐπὶ τοῦ βαλτάσαρ, περίβλεπτος δὲ ὡσαύτως ἦν καὶ ἐπὶ τοῦ δαρείου · καὶ αἱ τῶν βασιλέων διαδοχαὶ μεταβολὴν αὐτῷ τῆς τιμῆς οὐκ εἰργάσαντο· ἀλλ’ οἱ μὲν ἐσβέννυντο τῷ θανάτῳ, ὁ δὲ τὴν ἴσην ἐπὶ πάντων ἐκέκτητο λαμπηδόνα. καὶ μὴν εἰώθασιν οἱ βασιλείαν ἤ τινα ἄλλην ἀρχὴν ἐγχειριζόμενοι, ἥκιστα θαρρεῖν τοῖς τῶν προτέρων οἰκειοτάτοις· οὗτος δὲ παρὰ πᾶσι τὴν αὐτὴν ἐκέκτητο παρρησίαν, καὶ τοῦ ἴσου γέρως ἐτύγχανε, τὴν αὐτήν τε ἡγεμονίαν ἐπιστεύετο· ὥσπερ ἀμέλει καὶ ἐπὶ τοῦ δαρείου εἷς τῶν τριῶν ἐγένετο τακτικῶν. τακτικοὺς δὲ ἡγοῦμαι προσαγορεύεσθαι τοὺς νῦν καλουμένους ὑπάρχους, σατράπας δὲ τοὺς τῶν ἐθνῶν ἡγεμόνας· ἀλλὰ καὶ τῶν τακτικῶν εἷς ὢν ὁ μακάριος δανιήλ ·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
