# Interpretatio in Danielem (Ms A) 3-8

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/3-8

ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως τριῶν ἑβδομάδων ἡμερῶν. ἀναγκαῖον ζητῆσαι τὴν τοῦ πένθους αἰτίαν· ἀσαφῶς γὰρ αὐτὴν ἡ προφητεία διδάσκει. πρῶτον μὲν γὰρ οὐδὲ ὑπέκειτό τῆς ἀθυμίας ἀφορμή ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλάνθρωπος καὶ τὰ θεῖα τιμῶν καὶ τοῦ δανιὴλ τὴν φιλίαν περὶ πολλοῦ ποιούμενος καὶ ὅλος ὁ λαὸς εἰρήνης πολλῆς διὰ τὴν τοῦ βασιλέως ἀπήλαυεν ἠπιότητα· μᾶλλον δὲ εἴ τις προσέχειν ἐθελείσειε τῇ τε τοῦ μακαρίου ἱερεμίου προφητείᾳ καὶ τῇ τῶν παραλειπομένων ἱστορίᾳ καὶ τῇ τοῦ ἔσδρα συγγραφῇ, εὑρήσει τὸν κῦρον ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας, ἅπασι τοῖς βουλομένοις τῶν ἰουδαίων παρεγγυήσαντα τὴν ἐνεγκοῦσαν καταλαβεῖν καὶ τὸν θεῖον ἀνεγεῖραι νεών, ὥστε πανταχόθεν θυμηδίας ἔχειν τὸν προφήτην ἀφορμάς . ἀλλὰ γὰρ εἴ τις ἀκριβῶς τούτων ἕκαστον ἐξετάσειεν, αὐτὰ ταῦτα εὑρήσει αἴτια τῆς τοῦ δανιὴλ ἀχθηδόνος· τοῦ γὰρ βασιλέως ἐπιτρέψαντος ἅπασι τοῖς τὴν ἐλευθερίαν καὶ τὴν ἐπάνοδον, οἱ μὲν πλείους οἰκίας ἐν βαβυλῶνι δειμάμενοι καὶ τούτων τῷ δεσμῷ κατεχόμενοι, τῆς ἐπανόδου καταφρονήσαντες τὴν ξένην τῆς οἰκείας προείλοντο· μόνοι δὲ οἱ τῆς εὐσεβείας ἐρασταὶ καὶ τῶν πατρώων νόμων φύλακες τῶν ἐν βαβυλῶνι κτημάτων καταφρονήσαντες τὴν τῆς πατρίδος ἐρημίαν καὶ αὐτῆς τῆς βασιλείας προὐτίμησαν. τοῦτο τοίνυν τῷ μακαρίῳ δανιὴλ μέγιστον εἰργάσατο πένθος· τῆς τε γὰρ θείας ἐπαγγελίας τὸ ἀψευδὲς ὁρῶν καὶ τοῦ βασιλέως τὸ ἥμερον καὶ φιλάνθρωπον καὶ τοῦ λαοῦ τὸ δυσπειθὲς καὶ δυσήνιον σφόδρα τὴν ψυχὴν ἐτρύχετο καὶ πενθῶν καὶ θρηνῶν διετέλει. ζητήσειε δ’ ἄν τις εἰκότως, τί δήποτε τῶν ἄλλων ἕνεκεν, ὡς ἐρραθυμηκότων καὶ τῆς ἐπανόδου καταπεφρονηκότων, θρηνῶν καὶ ὀλοφυρόμενος αὐτὸς οὐκ ἐπανῆλθεν εἰς τὴν πατρίδα. εὑρήσει δὲ τὴν λύσιν αὐτῆς τῆς αἰχμαλωσίας τὴν αἰτίαν σκοπούμενος. ὥσπερ γὰρ οὐ διὰ τὰς οἰκείας πλημμελείας εἴασεν αὐτὸν ὁ θεὸς δορυάλωτον γενέσθαι, ἀλλὰ τῆς τοῦ λαοῦ προμηθούμενος ὠφελείας, καὶ οἷόν τινα κηδεμόνα καὶ διδάσκαλον αὐτοῖς συμπέμπων· οὕτω καὶ ἐν τῷ τῆς ἐπανόδου καιρῷ, τῶν πλειόνων τὴν οἴκησιν τὴν ἐν βαβυλῶνι στεναξάντων, πάλιν ὁ θεῖος προφήτης συνδιάγειν αὐτοῖς ἀναγκάζεται, ἵνα μὴ ἔρημοι τῆς πνευματικῆς κηδεμονίας γενόμενοι εἰς ἀσέβειαν παντελῶς ἐξωκείλωσι. τούτου χάριν βασιλέως τὴν εὐσέβειαν τιμῶντος τοῦ τηνικάδε κρατοῦντος καὶ πᾶσαν αὐτῷ θεραπείαν προσφέροντος καὶ τῶν ἄλλων προτιμῶντος ἁπάντων οὐδεμίαν ὁ μακάριος δανιὴλ λαμβάνει παραψυχήν, ἀλλ’ ἀνιᾷ καὶ λίαν αὐτὸν ἀλγύνει τοῦ λαοῦ τὸ δυσπειθὲς καὶ ἡ τῆς ἁγίας πόλεως λήθη. οὗ χάριν καὶ τρεῖς ἑβδομάδας ἡμερῶν ἄσιτος διετέλεσεν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
